Κεκραγάρια αργά Ήχος Α' Ιακώβου Πρωτοψάλτου - Χορός Βατοπαιδινών Πατέρων
Автор: Dominicani
Загружено: 2021-12-29
Просмотров: 8074
Описание:
Χορός Ξενοφώντος Πατέρων.
Π. Μάξιμος Βατοπαιδινός.
Γεώργιος Κωνσταντίνου.
Χορός Βατοπαιδινών Πατέρων
Γέρων Δαμασκηνός Νεοσκητιώτης
Γεώργιο Καραγιαννάκη
Kekragaria iakovo Protopsaltis
Ψαλμὸς 140
1 Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου, εισάκουσον μου Κύριε. Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου. Πρόσχες τη φωνή της δεήσεώς μου, εν τω κεκραγέναι με προς σε. Εισάκουσόν μου, Κύριε.
Γέρων Δαμασκηνός Νεοσκητιώτης καὶ Γεώργιο Καραγιαννάκη.
2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εισάκουσόν μου, Κύριε.
3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν·
6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν.
7 ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
2 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
3 ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
6 ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
7 πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου·
Τάς εσπερινάς ημών ευχάς, πρόσδεξαι Άγιε Κύριε, καί παράσχου ημίν άφεσιν αμαρτιών, ότι μόνος εί ο δείξας εν κόσμω τήν Ανάστασιν.
ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Κυκλώσατε λαοί Σιών, καί περιλάβετε αυτήν, καί δότε δόξαν εν αυτή, τώ Αναστάντι εκ νεκρών, ότι αυτός εστιν ο Θεός ημών, ο λυτρωσάμενος ημάς εκ τών ανομιών ημών.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δεύτε λαοί υμνήσωμεν, καί προσκυνήσωμεν Χριστόν, δοξάζοντες αυτού τήν εκ νεκρών ανάστασιν. Ότι αυτός εστιν ο Θεός ημών, ο εκ τής πλάνης τού εχθρού τόν κόσμον λυτρωσάμενος.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ευφράνθητε ουρανοί, σαλπίσατε τά θεμέλια τής γής, βοήσατε τά όρη ευφροσύνην, ιδού γάρ ο Εμμανουήλ τάς αμαρτίας ημών, τώ σταυρώ προσήλωσε, καί ζωήν ο διδούς, θάνατον ενέκρωσε, τόν Αδάμ αναστήσας, ως φιλάνθρωπος.
Εάν ανομίας παρατηρήσης, Κύριε, Κύριε τίς υποστήσεται; ότι παρά σοί ο ιλασμός εστιν.
Ὢ τοῦ παραδόξου θαύματος! τῆς Παρθένου Κόρης, τὰ πολλὰ τεράστια, Εἰκόνος τῆς ἑαυτῆς, ὑμνεῖν προτρέπουσιν· ἐξαίρουσι γὰρ ἡμῶν, θαμβητικῶς τὴν διάνοιαν ὕπερθεν, καὶ ταύτῃ ἀναβοᾷν, τὸν ἀσπασμὸν τοῦ Ἀγγέλου γηθόμενοι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Βαβαὶ τῆς σῆς προμηθείας ἁγνή! καὶ στοργῆς ἀπλέτου, ἧς πρὸς πάντας κέκτησαι, τοὺς πίστει μετὰ Θεόν, εἰς σὲ ἐλπίζοντας· εὐφραίνεις ἀεὶ αὐτούς, τοῖς διαφόροις χαρίσμασιν ἄχραντε, καὶ θαύματα πρὸς αὐτοὺς ἐπενεργεῖς, διὸ πόθῳ κραυγάζουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Κωνσταντίνος Αγγελίδης.
Ψαλμὸς 116
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ασμασι τιμῶμεν πάνσεμνε, τὴν σεπτὴν Εἰκόνα, τῆς μορφῆς σου χαίροντες, καὶ πόθῳ πολλῷ αὐτήν, κατασπαζόμεθα· ἐτίμησε γὰρ ἡμᾶς, τῇ παραδόξῳ ἐλεύσει πανάσπιλε, καὶ κόσμος ἐν τῇ Μονῇ, προσανετέθη· διό σοι κραυγάζομεν· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού
....¿?
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: