ΘΕΟΜΗΤΟΡΟΣ ▸ 22/2/2026 † ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ✥ ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Автор: Κοίμηση Θεοτόκου Άνω Καλαμακίου ΘΕΟΜΗΤΟΡΟΣ
Загружено: 2026-02-22
Просмотров: 85
Описание:
«Ἀνάμνησις τῆς ἀπὸ τοῦ παραδείσου ἐξορίας τοῦ πρωτοπλάστου Ἀδάμ». Ἡ εὕρεσις τῶν ἱ. λειψάνων τῶν ἁγίων μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου (†395-423).
Κοντάκιον.
Ἦχος πλ. β’.
Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Ευαγγέλιο (Ματθ. στ΄ 14-21)
Εἶπεν ὁ Κύριος· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρός ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
Μετάφραση
Εἶπεν ὁ Κύριος: «Ἂν συγχωρήσετε τούς ἀνθρώπους γιά τά παραπτώματά τους, θά σᾶς συγχωρήσει κι ἐσᾶς ὁ οὐράνιος Πατέρας σας. Ἄν ὅμως δέ συγχωρήσετε στούς ἀνθρώπους τά παραπτώματά τους, οὔτε κι ὁ Πατέρας σας θά συγχωρήσει τά δικά σας παραπτώματα». «Ὅταν νηστεύετε, νά μήν γίνεστε σκυθρωποί, ὅπως οἱ ὑποκριτές, πού παραμορφώνουν τήν ὄψη τους γιά νά δείξουν στούς ἀνθρώπους πώς νηστεύουν. Σᾶς βεβαιώνω πώς ἔτσι ἔχουν κιόλας λάβει τήν ἀνταμοιβή τους. Ἐσύ, ἀντίθετα, ὅταν νηστεύεις, περιποιήσου τά μαλλιά σου καί νίψε τό πρόσωπό σου, γιά νά μή φανεῖ στούς ἀνθρώπους ἡ νηστεία σου, ἀλλά στόν Πατέρα σου, πού βλέπει τίς κρυφές πράξεις· καί ὁ Πατέρας σου, πού βλέπει τίς κρυφές πράξεις, θά σοῦ τό ἀνταποδώσει φανερά». «Μή μαζεύετε θησαυρούς πάνω στή γῆ, ὅπου τούς ἀφανίζει ὁ σκόρος καί ἡ σκουριά, κι ὅπου οἱ κλέφτες κάνουν διαρρήξεις καί τούς κλέβουν. Ἀντίθετα, νά μαζεύετε θησαυρούς στόν οὐρανό, ὅπου δέν τούς ἀφανίζουν οὔτε ὁ σκόρος οὔτε ἡ σκουριά, κι ὅπου οἱ κλέφτες δέν κάνουν διαρρήξεις καί δέν τούς κλέβουν. Γιατί ὅπου εἶναι ὁ θησαυρός σας ἐκεῖ θά εἶναι καί ἡ καρδιά σας».
✥ ──────────────⊱ ♰ ⊰─────────────── ✥
Ἀπολυτίκιον Κοιμήσεως τῆς Θεοτόκου.
Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς,
καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη,
ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον,
τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον,
Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ,
ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι.
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυματώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἀπολυτίκιον Ἁγίων Ραφαήλ, Νικόλαου καὶ Εἰρήνης.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν,
εὑρέσει μακάριοι.
Ὅθεν ὑμᾶς τιμῶμεν,
Ῥαφαὴλ θεοφόρε,
ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ,
ὡς θείους ἡμῶν προστάτας
καὶ πρέσβεις πρὸς Κύριον.
──────────༺♰༻──────────
Ἱερὸς Ναὸς Κοιμήσεως Θεοτόκου
Ἄνω Καλαμακίου (Θεομήτορος)
═══════════════════════
🔴 ▶ / @theomitoros
🌐 https://theomitoros.gr
✉ [email protected]
🏠︎ Θεομήτορος 21, Ἅλιμος
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: